Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.80.6 | Hdt. 3.81.3 (English) | >>Hdt. 3.82.4 |
3.81.1
Ὀτάνης μὲν δὴ ταύτην γνώμην ἐσέφερε · Μεγάβυζος δὲ ὀλιγαρχίῃ ἐκέλευε ἐπιτρέπειν , λέγων τάδε · “τὰ μὲν Ὀτάνης εἶπε τυραννίδα παύων , λελέχθω κἀμοὶ ταῦτα , τὰ δʼ ἐς τὸ πλῆθος ἄνωγε φέρειν τὸ κράτος , γνώμης τῆς ἀρίστης ἡμάρτηκε · ὁμίλου γὰρ ἀχρηίου οὐδέν ἐστι ἀξυνετώτερον οὐδὲ ὑβριστότερον .
3.81.2 καίτοι τυράννου ὕβριν φεύγοντας ἄνδρας ἐς δήμου ἀκολάστου ὕβριν πεσεῖν ἐστὶ οὐδαμῶς ἀνασχετόν . ὁ μὲν γὰρ εἴ τι ποιέει , γινώσκων ποιέει , τῷ δὲ οὐδὲ γινώσκειν ἔνι · κῶς γὰρ ἂν γινώσκοι ὃς οὔτʼ ἐδιδάχθη οὔτε εἶδε καλὸν οὐδὲν οἰκήιον , noteὠθέει τε ἐμπεσὼν τὰ πρήγματα ἄνευ νόου , χειμάρρῳ ποταμῷ εἴκελος ;
3.81.3 δήμῳ μέν νυν , οἳ Πέρσῃσι κακὸν νοέουσι , οὗτοι χράσθων , ἡμεῖς δὲ ἀνδρῶν τῶν ἀρίστων ἐπιλέξαντες ὁμιλίην τούτοισι περιθέωμεν τὸ κράτος · ἐν γὰρ δὴ τούτοισι καὶ αὐτοὶ ἐνεσόμεθα · ἀρίστων δὲ ἀνδρῶν οἰκὸς ἄριστα βουλεύματα γίνεσθαι .”
ch. 82
3.82.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.80.6 | Hdt. 3.81.3 (English) | >>Hdt. 3.82.4 |